Ancient Greek · ~2 min
315. Ὁδοιπόρος καὶ Ἑρμῆς. (S. 173. C. 47 et p. 305. F. 156.)
Aesopus Scr. Fab. et Aesopica, Fables 315. Ὁδοιπόρος καὶ Ἑρμῆς. (S. 173. C. 47 et p. 305. F. 156.)
Not analysed yet
Ὁδοιπόρος, πολλὴν ὀδὸν ἀνύων, ηὔξατο, ὧν ἂν εὕρῃ, τούτου τὸ ἥμισυ τῷ Ἑρμῇ ἀναθεῖναι. Περιτυχὼν δὲ πήρᾳ, ἐν ᾖ ἀμύγδαλά τε ἦσαν καὶ φοίνικες, ταύτην ἀνείλετο, οἰόμενος ἀργύριον εἶναι. Ἐκτινάξας δὲ ὡς εὗρε τὰ ἐνόντα, καταφαγών ταῦτα, καὶ λαβὼν τῶν τε ἀμυγδάλων τὰ κελύφη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν, εἰπών· ,,ἀπέχεις, ὡ Ερμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐκτὸς ὧν εὗρον, καὶ τὰ ἐντὸς πρὸς σὲ διανενέμηκα. “Πρὸς ἄνδρα φιλάργυρον, διὰ πλεονεξίαν καὶ θεοὺς κατασοφιζόμενον, ὁ λόγος εὔκαιρος.