Ancient Greek · ~2 min
320. Ὄνον ἀγοράζων. (C. 253. F. 311.)
Aesopus Scr. Fab. et Aesopica, Fables 320. Ὄνον ἀγοράζων. (C. 253. F. 311.)
Not analysed yet
Ὄνον τις ἀγοράζειν μέλλων, ἐπὶ δοκιμασίᾳ καὶ πείρᾳ αὐτὸν ἔλαβεν· καὶ εἰσαγαγὼν αὐτὸν ἐπὶ τῆς φάτνης μετὰ τῶν ἰδίων αὐτοῦ ὄνων τοῦτον ἔστησεν. Ὁ δὲ καταλιπὼν τοὺς ἄλλους ἐπὶ τῷ ἀργοτάτῳ καὶ ἀδδηφάγῳ ἔστη. [καὶ ὃς οὐδὲν ἐποίει.] Δήσας οὖν καὶ ἀπαγαγών, τῷ ἰδίῳ δεσπότῃ τοῦτον παρέδωκε. Τοῦ δὲ ἐρωτῶντος, εἰ οὕτω ταχεῖαν αὐτοῦ τὴν δοκιμασίαν ἐποιήσατο, ὑποτυχν εἶπεν· ,,ἀλλʼ ἔγωγε οὐδὲ ἐπιδέομαι πείρας· οἶδα γὰρ ὅτι τοιοῦτος, ὁποῖον ἐξ ἁπάντων τὸν συνήθη ἐπελέξατο. “Ὅτι τοιοῦτος ἕκαστος ὑπολαμβάνεται εἶναι, ὁποίοις ἑταίροις συναναστρέφεται.