Ancient Greek · ~2 min
321. Ὄνος ἄγριος. (S. 179. C.111 et p.320. F. 136.
Aesopus Scr. Fab. et Aesopica, Fables 321. Ὄνος ἄγριος. (S. 179. C.111 et p.320. F. 136.
Not analysed yet
Ὄνος ἄγριος, ὄνον ἥμερον ἰδὼν ἔν τινι εὐηλίῳ τόπῳ, προσελθὼν ἐμακάριζεν αὐτὸν ἐπὶ τῇ εὐεξίᾳ τοῦ σώματος καὶ τῇ τῆς τροφῆς ἀπολαύσει. Ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὄπισθεν ἑπόμενον καὶ ῥοπάλοις αὐτὸν παίοντα, ἔφη· ,,ἀλλʼ ἔγωγε οὐκέτι σε εὐδαιμονίζω· ὁρῶ γὰρ, ὅτι οὐκ ἄνευ κακῶν μεγάλων τὴν εὐδαιμονίαν ἔχεις. “Οὕτω οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ ταλαιπωριῶν προσγινόμενα κέρδη.