Ancient Greek · ~1 min
324b. Αλλως. (C. 237.)
Aesopus Scr. Fab. et Aesopica, Fables 324b. Αλλως. (C. 237.)
Not analysed yet
Ὄνῳ τις ἐπιθεὶς ξόανον ἦγε· πολλοὶ δὲ προσεκύνουν τῶν συναντώντων. Ὁ δὲ ὄνος τυφωθεὶς, νομίζων αὐτὸν προσκυνεῖν τοὺς ἀγροίκους, σκιρτῶν ἤμελλε τὸν θεὸν ῥῖψαι. Ἀλλὰ τοῦτον ξύλῳ παίων ὁ δεσπότης εἷπεν· ,,ὄνος εἶ θεὸν φέρων, ἀλλʼ οὐ θεοῖς ὑπάρχεις ὁμότιμος. Κτηνώδεις ἄνδρας, τετυφωμένους ἐπʼ ἀλλοτρίοις, ὁ λόγος ἐλέγχει.