Ancient Greek · ~2 min
324. Ὄνος βαστάζων ἄγαλμα. (S.178. F.135. C. p.389.)
Aesopus Scr. Fab. et Aesopica, Fables 324. Ὄνος βαστάζων ἄγαλμα. (S.178. F.135. C. p.389.)
Not analysed yet
Ὄνῳ τις ἐπιθεὶς ἄγαλμα ἦγεν εἰς ἄστυ. Τῶν δὲ συναντώντων προσκυνούντων τὸ ἄγαλμα, ὁ ὄνος ὑπολαβὼν, ὅτι αὐτὸν προσκυνοῦσιν, ἀναπτερωθεὶς ὠγκᾶτό τε καὶ οὐκέτι περαιτέρω προιέναι ἐβούλετο. Καὶ ὁ ὀνηλάτης αἰσθόμενος τὸ γεγονὸς, τῷ ῥοπάλῳ αὐτὸν παίων ἔφη· ,,ὡ κακὴ κεφαλὴ, ἔτι καὶ τοῦτο λοιπὸν ἦν, ὄνον ὑπʼ ἀνθρώπων προσκυνεῖσθαι. “Ὁ λόγος δηλοῖ, ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπαλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα ὀφλισκάνουσι.