Ancient Greek · ~2 min
326. Ὄνος καὶ Ἀλώπηξ καὶ Λέων. (S. 187. C. 116 et p.323. F. 144.)
Aesopus Scr. Fab. et Aesopica, Fables 326. Ὄνος καὶ Ἀλώπηξ καὶ Λέων. (S. 187. C. 116 et p.323. F. 144.)
Not analysed yet
Ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον εἰς ἄγραν· λέοντος δʼ αὐτοῖς περιτυχόντος, ἡ ἀλώπηξ ὁρῶσα τὸν ἐπηρτημένον κίνδυνον, προσελθοῦσα τῷ λέοντι ὑπέσχετο παραδώσπτν αὐτῷ τὸν ὄνον, ἐὰν αὐτῇ τὸ ἀκίνδυνον ἐπαγγέλληται. Τοῦ δὲ ἀπολύσειν αὐτὴν φήσαντος, παραγαγοῦσα τὸν ὄνον εἴς τινα πάγην ἐμπεσεῖν παρεσκεύασε. Καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον, πρῶτον τὴν ἀλώπεκα συνέσχεν, εἶθʼ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη. Οὕτως οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ ἑαυτοὺς προσαπολλύντες.