Ancient Greek · ~2 min
327. Ὄνος καὶ Βάτραχοι. (S. 185. C. 114. F. 142.)
Aesopus Scr. Fab. et Aesopica, Fables 327. Ὄνος καὶ Βάτραχοι. (S. 185. C. 114. F. 142.)
Not analysed yet
Ὄνος ξύλα βαστάζων διέβαινέ τινα λίμνην· ὀλισθήσας δὲ ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος ὠδύρετό τε καὶ ἔστενεν. Οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι, ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν, ἔφασαν· ,,ὡ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτρι βες, ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδνρῃ; “Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπʼ ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς πλείονας ῥᾳδίως ὑφιστάμενος.