Ancient Greek · ~2 min
329. Ὄνος καὶ Κηπωρός. (S. 175. C. 45 et p 304. F. 132.)
Aesopus Scr. Fab. et Aesopica, Fables 329. Ὄνος καὶ Κηπωρός. (S. 175. C. 45 et p 304. F. 132.)
Not analysed yet
Ὄνος κηπωρῷ δουλεύων, ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πολλὰ δὲ ἐκακοπάθει, ηὔξατο τῷ Διὶ, ὅπως τοῦ κηπωροῦ αὐτὸν ἀπαλλάξας, ἑτέρῳ δεσπότῃ ἐγχειρίσῃ. Ὁ δὲ Ἑρμῆν πέμψας ἐκέλευε κεραμεῖ αὐτὸν πωλῆσαι. Πάλιν δὲ αὐτοῦ δυσφοροῦντος, ἐπειδὴ καὶ πολλῷ πλεῖον ἀχθοφορεῖν ἠναγκάζετο, καὶ τὸν Δία ἐπικαλουμένου, τὸ τελευταῖον ὁ Ζεὺς παρεσκεύασεν αὐτὸν βυρσοδέψῃ πωληθῆναι. Καὶ ὁ ὄνος ἰδὼν τὰ ὑπὸ τοῦ δεσπότου πραττόμενα, ἔφη· ,,ἀλλʼ ἔμοιγε αἱρετώτερον ἦν παρὰ τοῖς προτέροις δεσπόταις ἀχθοφοροῦντι λιμώττειν, ἢ ἐνταῦθα παραγενέσθαι, ὅπου οὐδὲ, ἂν ἀποθάνω, ταφῆς τεύξομαι. “Ὁ λόγος δηλοῖ, ὅτι τότε μάλιστα τοὺς πρώτους δεσπότας ποθοῦσιν οἱ οἰκέται, ὅταν ἑτέρων πεῖραν λάβωσι.