Ancient Greek · ~2 min
330. Ὄνος, Κόραξ καὶ Λύκος. (S.186. C.115 et p 322. F.143.)
Aesopus Scr. Fab. et Aesopica, Fables 330. Ὄνος, Κόραξ καὶ Λύκος. (S.186. C.115 et p 322. F.143.)
Not analysed yet
Ὄνος ἡλκωμένος τὸν νῶτον ἔν τινι λειμῶνι ἐνέμετο· κόρακος δὲ ἐπικαθίσαντος αὐτῷ καὶ τὸ ἕλκος κρούοντος, ὁ ὄνος ἀλγῶν ὠγκᾶτο καὶ ἐσκίρτα. Τοῦ δὲ ὀνηλάτου πόῤῥωθεν στάντος καὶ γελῶντος, λύκος παριὼν ἐθεάσατο, καὶ πρὸς αὐτὸν ἔφη· ,,ἄθλιοι ἡμεῖς, οἳ, κἂν αὐτὸ μόνον ὀφθῶμεν, διωκόμεθα· τούτῳ δὲ καὶ προσγελῶσιν. “Ὁ λόγος δηλοῖ, ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων καὶ ἐξ ἀπροόπτου (ἀπόπτου ?)δῆλοί εἰσιν.