Ancient Greek · ~2 min
332. Ὄνος καὶ Κύων. (F.370. C. 414.)
Aesopus Scr. Fab. et Aesopica, Fables 332. Ὄνος καὶ Κύων. (F.370. C. 414.)
Not analysed yet
Ὄνος καὶ κύων ἐν ταὐτῷ ὡδοιπόρουν. Εὑρόντες δὲ ἐπὶ γῆς ἐσφραγισμένον γραμμάτιον, ὁ ὄνος λαβὼν καὶ ἀναόῤῥήξας τὴν σφραγῖδα καὶ ἀναπτύξας, διεξῄει εἰς ἐπήκοον τοῦ κυνός. Περὶ βοσκημάτων δὲ ἐτύγχανε τὰ γράμματα, χόρτου τε, φημὶ, καὶ κριθῆς καὶ ἀχύρου. Αηδῶς οὖν ὁ κύων, τοῦ ὄνου ταῦτα διεξιόντος, διέκειτο· ἔνθεν δὴ καὶ ἔφησε τῷ ὄνῳ· ,,ὑπόβαθι, φίλτατε, μικρὸν, μή τι καὶ περὶ κρεῶν καὶ ὀστέων εὕρῃς διαλαμβάνον Ὁ δὲ ὄνος ἅπαν τὸ γραμμάτιον διεξελθὼν, καὶ μηδὲν εὑρηκὼς ὧν ὁ κύων ἐζήτει, ἀντέφησεν αὖθις ὁ κύων· ,,βάλε κατὰ γῆς, ὡς ἀδόκιμον πάντη, φίλε, τυγχάνον. “