Ancient Greek · ~1 min
333. Ὄνος καὶ Λεοντῆ. (C. 258.)
Aesopus Scr. Fab. et Aesopica, Fables 333. Ὄνος καὶ Λεοντῆ. (C. 258.)
Not analysed yet
Ὄνος, δορὰν λέοντος ἐπενδυθεὶς, λέων ἐνομίζετο πᾶσι· καὶ φυγὴ μὲν ἦν ἀνθρώπων, φυγὴ δὲ ποιμνίων. Ὡς δὲ ἀνέμου πνεύσαντος ἡ δορὰ περιῃρέθη καὶ γυμνὸς ὁ ὄνος ἦν, τότε πάντες ἐπιδραμόντες ξύλοις καὶ ῥοπάλοις αὐτὸν ἔπαιον. Ὅτι πένης καὶ ἰδιώτης ὤν, μὴ μιμοῦ τὰ τῶν πλουσίων, μή ποτε καταγελασθῇς καὶ κινδυνεύσῃς· τὸ γαρ ξένον ἀνοίκειον.