Ancient Greek · ~1 min
334c. Ἄλλως. (C. p.171.)
Aesopus Scr. Fab. et Aesopica, Fables 334c. Ἄλλως. (C. p.171.)
Not analysed yet
Ὀδοῦσιν ἧλον εἷλεν ἐξ ὄνου λύκος· αἰτῶν δὲ μισθὸν πλήττεται λὰξ τὴν γένυν. Λύκος δέ φησι· ,,πῶς μάγειρος ὢν πάλαι, ἰατρικῆς μετῆλθον ἔργʼ ἀναξίως; “Πρὸς τοὺς τὴν ἰδίαν τέχνην καταλιμπάνοντας καὶ ἑτέραν μετερχομένους ἐπὶ βλάβῃ.