Ancient Greek · ~1 min
335. Ὄνος καὶ Ὀνηλάτης. (S. 182. F. 139. C. 401.)
Aesopus Scr. Fab. et Aesopica, Fables 335. Ὄνος καὶ Ὀνηλάτης. (S. 182. F. 139. C. 401.)
Not analysed yet
Ὄνος ὑπὸ ὀνηλάτου ἀγόμενος, ὡς μικρὸν τῆς ὁδοῦ προῆλθεν, ἀφεὶς τὴν λείαν εἰς κρημνὸν ἐφέρετο· μέλλοντος δʼ αὐτοῦ κατακρημνίζεσθαι, ὁ ὀνηλάτης ἐπιλαβόμενος τῆς οὐρᾶς ἐπειρᾶτο περιάγειν αὐτόν· τοῦ δὲ εὐτόνως ἀντιπίπτοντος, ἀφεὶς αὐτὸν ἔφη· ,,νίκα· κακὴν γὰρ νίκην νικᾷς. “Πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος.