Ancient Greek · ~2 min
339. Ὄνου σκιά. (F. 392. C. 320. ex Plut. Vitis X Orat. p. 401.)
Aesopus Scr. Fab. et Aesopica, Fables 339. Ὄνου σκιά. (F. 392. C. 320. ex Plut. Vitis X Orat. p. 401.)
Not analysed yet
Δημοσθένης ὁ ῥήτωρ, λέγειν ποτὲ κωλυόμενος ὑπὸ Αθηναίων ἐν ἐκκλησίᾳ, βραχὺ ἔφη βούλεσθαι πρὸς αὐτοὺς εἰπεῖν. Τῶν δὲ σιωπησάντων, ,,Νεανίας “εἶπε ,,θέρους ὥρᾳ ἐμισθώσατο ἐξ ἄστεος ὄνον Μεγάραδε. Μεσούσης δὲ τῆς ἡμέρας καὶ σφοδρῶς φλέγοντος τοῦ ἡλίου, ἑκάτερος αὐτῶν ἐβούλετο ὑποδύεσθαι ὑπὸ τὴν σκιάν· εἶργον δὲ ἀλλήλους, ὁ μὲν μεμισθωκέναι τὸν ὄνον, οὐ τὴν σκιὰν λέγων, ὁ δὲ μεμισθωμένος τὴν πᾶσαν ἔχειν ἐξουσίαν. “Καὶ ταῦτα εἰπὼν ἀπῄει. Τῶν δὲ Ἀθηναίων ἐπισχόντων καὶ δεομένων πέρας ἐπιθεῖναι τῷ λόγῳ, ,,εἶθʼ ὑπὲρ μὲν ὄνου σκιᾶς“ ἔφη ,,βούλεσθε ἀκούειν, λέγοντος δὲ ὑπὲρ σπουδαίων πραγμάτων οὐ βούλεσθε; “