Ancient Greek · ~1 min
339b. Αλλως. (C. p.213.)
Aesopus Scr. Fab. et Aesopica, Fables 339b. Αλλως. (C. p.213.)
Not analysed yet
Ἐμισθώσατό τις ὄνον ἀπιὼν εἰς Δελφούς. Καὶ ὡς καῦμα κατήπειγεν, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου κατέδυ ὁ μισθωσάμενος αὐτόν. Ὁ δὲ τοῦ ὄνου δεσπότης ἐμάχετο αὐτῷ, λέγων ὅτι ,,τὸν ὄνον σοι ἐμίσθωσα, οὐχὶ καὶ τὴν σκιὰν αὐτοῦ. “Ὁ λόγος περὶ τῶν ἐπʼ εὐτελέσι φιλονεικούντων.