Ancient Greek · ~2 min
340. Ὀρνιθοθήρας καὶ Κόρυδος. (S. 189. C. 46 et p. 304. F.146.)
Aesopus Scr. Fab. et Aesopica, Fables 340. Ὀρνιθοθήρας καὶ Κόρυδος. (S. 189. C. 46 et p. 304. F.146.)
Not analysed yet
Ὀρνιθοθήρας πτηνοῖς παγίδας ἵστα· κόρυδος δὲ αὐτὸν θεασάμενος ἠρώτα, τί ποιεῖ. Τοῦ δὲ εἰπόντος πόλιν κτίζειν, καὶ μικρὸν ὑποχωρήσαντος, πεισθεὶς τοῖς λόγοις προσῆλθεν· ἐσθίων δὲ τὸ δέλεαρ ἔλαθεν ἐμπεσὼν εἰς τοὺς βρόχους. Τοῦ δὲ ὀρνιθοθήρου προσδραμόντος καὶ συλλαβόντος αὐτὸν, ὁ κόρυδος ἔφη· ,,ἐὰν τοιαύτας πόλεις κτίζῃς, οὐ πολλοὺς τούς ἐνοικοῦντας εὑρήσεις. Ὁ λόγος δηλοῖ, ὅτι τότε μάλιστα καὶ οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεπαίνωσι.