Ancient Greek · ~2 min
343b. Ἄλλως. Χὴν χρυσοτόκος. (S. 88.)
Aesopus Scr. Fab. et Aesopica, Fables 343b. Ἄλλως. Χὴν χρυσοτόκος. (S. 88.)
Not analysed yet
Ἑρμῆς θρησκευόμενος ὑπό τινος περιττῶς χῆνα αὐτῷ ἐχαρίσατο ὠὰ χρύσεα τίκτουσαν· ὁ δὲ οὐκ ἀναμείνας τὴν κατὰ μικρὸν ὠφέλειαν, ὑπολαβὼν δὲ, ὅτι πάντα τὰ ἐντὸς χρύσεα ἔχει ὁ χὴν, οὐδὲν μελλήσας ἔθυσεν αὐτήν. Συνέβη δʼ αὐτὸν μὴ μόνον ὃ προσεδόκησε σφαλῆναι, ἀλλὰ καὶ τὰ ὠὰ ἀποβαλεῖν· τὰ γὰρ ἐντὸς πάντα σαρκώδη εὗρεν. Οὕτως πολλάκις οἱ πλεονέκται διʼ ἐπιθυμίαν πλειόνων καὶ τὰ ἐν χερσὶν ὄντα προΐενται.