Ancient Greek · ~2 min
344. Οὐρὰ καὶ Μέλη ὄφεως. (C. 260. F. 313.)
Aesopus Scr. Fab. et Aesopica, Fables 344. Οὐρὰ καὶ Μέλη ὄφεως. (C. 260. F. 313.)
Not analysed yet
Οὐρά ποτε ὄφεως ἠξίου πρώτη προάγειν καὶ βαδίζειν. Τὰ δὲ λοιπὰ μέλη ἔλεγον· ,,πῶς χωρὶς ὀμμάτων καὶ ῥινὸς ἡμᾶς ἄξεις, ὡς καὶ τὰ λοιπὰ ζῶα; “Ταύτην δὲ οὐκ ἔπειθον, ἕως τὸ φρονοῦν ἐνικήθη. Ἡ οὐρὰ δὲ ἦρχε καὶ ἦγε, σύρουσα τυφλὴ πᾶν τὸ σῶμα, ἕως εἰς βάραθρον πετρῶν ἐνεχθεῖσα, τὴν ῥάχιν καὶ πᾶν τὸ σῶμα ἔπληγεν. Σαίνουσα δὲ ἱκέτευε τὴν κεφαλὴν, λέγουσα· ,,σῶσον ἡμᾶς, εἰ θέλεις, δέσποινα· τῆς κακῆς γὰρ ἔριδος ἐπειράθην. “Ἄνδρας δολίους καὶ κακοὺς καὶ τοῖς δεσπόταις ἐπανισταμένους ὁ λόγος ἐλέγχει.