Ancient Greek · ~2 min
346. Ὄφις καὶ Καρκίνος. (C. 70. F.231. S. 192.)
Aesopus Scr. Fab. et Aesopica, Fables 346. Ὄφις καὶ Καρκίνος. (C. 70. F.231. S. 192.)
Not analysed yet
Ὄφις καρκίνῳ συνδιῃτᾶτο, ἑταιρείαν πρὸς αὐτὸν ποιησάμενος. Ὁ μὲν οὖν καρκίνος ἁπλοῦς ὢν τὸν τρόπον, μεταβαλέσθαι κἀκείνῳ παρῄνει τῆς πανουργίας· ὁ δὲ οὐδοτιοῦν ἑαυτὸν παρεῖχε πειθόμενον. Ἐπιτηρήσας δʼ ὁ καρκίνος αὐτὸν ὑπνοῦντα, καὶ τοῦ φάρυγγος τῇ χηλῇ λαβόμενος καὶ ὅσον οἷόν τε πιέσας, φονεύει. Τοῦ δʼ ὄφεως μετὰ θάνατον ἐκταθέντος, ἐκεῖνος εἶπεν· ,,οὕτως ἔδει καὶ πρόσθεν εὐθὺν καὶ ἁπλοῦν εἶναι· οὐδὲ γὰρ ἂν ταύτην τὴν δίκην ἔτισας. “Ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς φίλοις σὺν δόλῳ προσιόντες αὐτοὶ μᾶλλον βλάπτονται.