Ancient Greek · ~1 min
345. Ὄφις, Γαλῆ καὶ Μύες. (C. 261. F. 314. S. 265.)
Aesopus Scr. Fab. et Aesopica, Fables 345. Ὄφις, Γαλῆ καὶ Μύες. (C. 261. F. 314. S. 265.)
Not analysed yet
Ὄφις καὶ γαλῆ ἔν τινι οἰκίᾳ ἐμάχοντο· οἱ δὲ ἐνταῦθα μύες ἀεὶ καταναλισκόμενοι ὑπʼ ἀμφοτέρων, ὡς ἐθεάσαντο αὐτοὺς μαχομένους, ἐξῆλθον βαδίζοντες. Ἰδόντες δὲ τοὺς μύας, τότε ἀφέντες τὴν πρὸς ἀλλήλους μάχην, ἐπʼ ἐκείνους ἐτράπησαν. Οὕτω καὶ οἱ ἐν ταῖς τῶν δημαγωγῶν στάσεσιν αὑτοὺς παρεισβάλλοντες λανθάνουσιν αὐτοὶ ἑκατέρων παρανάλωμα γινόμενοι.