Ancient Greek · ~3 min
35. Ἀλώπηξ καὶ Δρυτόμος. (S. 22. C. 127 e p.329. F.10. B.50.)
Aesopus Scr. Fab. et Aesopica, Fables 35. Ἀλώπηξ καὶ Δρυτόμος. (S. 22. C. 127 e p.329. F.10. B.50.)
Not analysed yet
Ἀλώπηξ κυνηγοὺς φεύγουσα ὡς ἐθεάσατό τινα δρυτόμον, τοῦτον ἱκέτευε κατακρύψαι αὐτήν· ὁ δʼαὐτῃ παρῄνεσεν, εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. Μετʼ οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων, εἰ τεθέατα ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν φωνῇ ἡρνεῖτο ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν ὅπου κατεκέκρυπτο. Τῶν δὲ οὐχ οἷς ἔνευε προςσχόντων, ἀλλʼ οἷς ἔλεγε πιστευσάντων, ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἁπαλλαγέντας, ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο· μεμφομένου δʼ αὐτὴν τοῦ δρυτόμου, εἴγε διασωθεῖσα ὑπ᾽ αὐτοῦ οὐδὲ φωνῆς αὐτὸν ἠξίωσεν, ἔφη· „ἀλλʼ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῶν χειρῶν καὶ τοὺς τρόπους εἶχες. Τούτῳ τῷ λόγῳ χρήσαιτʼ ἄν τις πρὸς ἐκείνους τῶν ἀνθρώπων, οἵτινες τὰ μὲν χρηστὰ σαφῶς ἐπαγγέλλονται, ἔργα δὲ φαῦλα δρῶσιν.