Ancient Greek · ~2 min
35b. Ἄλλως. Ἀλώπηξ καὶ Ποιμήν. (C. p.70.)
Aesopus Scr. Fab. et Aesopica, Fables 35b. Ἄλλως. Ἀλώπηξ καὶ Ποιμήν. (C. p.70.)
Not analysed yet
Ἔλαφον διώκει λέων. δὲ φεύγουσα ὑπεξάγει καὶ καταδύεται εἰς δρυμῶνα βαθύν. Ὁ δὲ λέων, ἐπιστὰς τῷ δρυμῷ, ἐρωτᾷ τὸν ποιμένα, εἴ που εἶδε πτήξασαν τὴν ἔλαφον. Ὁ δὲ ποιμὴν οὐκ ἔφη εἰδέναι, καὶ ὁμοῦ λέγων τὴν χεῖρα ἀνατείνας ἔδειξε τὸ χωρίον. Ὤιχετο ὁ λέων ἐπὶ τὴν δειλαίαν ἔλαφον· ἡ δὲ ἀλώπηξ πρὸς τὸν ποιμένα λέγει· ,,ὡς δειλὸς ἄρα καὶ πονηρὸς ἦσθα, δειλὸς μὲν πρὸς λέοντας, πονηρὸς δὲ εἰς ἐλάφους. “