Ancient Greek · ~1 min
350. Παῖς καὶ Σκορπίος. (F. 158. C. 263 et p.392. S. 195.)
Aesopus Scr. Fab. et Aesopica, Fables 350. Παῖς καὶ Σκορπίος. (F. 158. C. 263 et p.392. S. 195.)
Not analysed yet
Παῖς πρὸ τοῦ τείχους ἀκρίδας ἐθήρευε. Πολλὰς δὲ συλλαβὼν, ὡς ἐθεάσατο σκορπίον, νομίσας ἀκρίδα εἷναι, κοιλάνας τὴν χεῖρα οἷός τε ἦν καταφέρειν αὐτοῦ. Καὶ ὃς τὸ κέντρον ἐπάρας ἔφη· ,,εἴθε γὰρ τοῦτο ποιήσειας, ἵνα καὶ ἃς συνείληφας ἀκρίδας, ταύτας ἀποβάλῃς. Ὁ λόγος διδάσκει ἡμᾶς, μὴ δεῖν πᾶσι τοῖς χρηστοῖς καὶ πονηροῖς τὰ αὐτὰ προσφέρειν.