Ancient Greek · ~1 min
350b. Ἄλλως. Παῖς ἀκρίδας θηρεύων (C. 263 et p.393. F. 171.)
Aesopus Scr. Fab. et Aesopica, Fables 350b. Ἄλλως. Παῖς ἀκρίδας θηρεύων (C. 263 et p.393. F. 171.)
Not analysed yet
Παῖς τις θηρεύων ἀκρίδας περιέτυχε σκορπίῳ. Ὁ δὲ τὸ τοῦ παιδὸς ἁπλοῦν θεασάμενος, τὸ κέντρον ὀξυ νας, εἶπεν· ,,ἄπελθε, παῖ, μὴ κἀμὲ θηρεύων πάντας, οὓς ἔχεις, ἀπολέσῃς. “Ὁ μῦθος δηλοῖ, ὅτι καλόν ἐστι τὰ ἐναντία γινώσκειν, καὶ τὸ μὲν καλὸν πράττειν, τὸ δὲ κακὸν ἐκφεύγειν.