Ancient Greek · ~2 min
353b. Ἄλλως. Ποιμὴν παίζων. (F. 166. C. p. 395.)
Aesopus Scr. Fab. et Aesopica, Fables 353b. Ἄλλως. Ποιμὴν παίζων. (F. 166. C. p. 395.)
Not analysed yet
Ποιμὴν, ἐξελαύνων αὑτοῦ τὴν ποίμνην ἀπό τινος κώμης ποῤῥωτέρω, διετέλει τοιαύτῃ παιδιᾷ χρώμενος. Ἐπιβοώμενος γὰρ τοὺς πολίτας ἐπὶ βοήθειαν, ἔλεγεν, ὡς λύκοι τοῖς προβάτοις ἐπήλθοσαν. Δὶς καὶ τρὶς τῶν ἐκ τῆς κώμης ἐκπλαγέντων καὶ ἐκπηδησάντων, εἶτα μετὰ γέλωτος ἀπαλλαγέντων, συνέβη τὸ τελευταῖον τῇ ἀληθείᾳ λύκους ἐπελθεῖν. Ἀποτεμνομένης δὲ αὐτοῦ τῆς ποίμνης, καὶ αὐτοῦ ἐπιβοῶντος ἐπὶ βοηθείᾳ, ἐκεῖνοι ὑπολαβόντες αὐτὸν παίζειν κατὰ τὸ ἔθος, ἧττον ἐφρόντιζον. Καὶ οὕτως συνέβη αὐτὸν ἀπολέσαι τὰ πρόβατα. Ὁ λόγος δηλοῖ, ὅτι τοῦτο κερδαίνουσιν οἱ ψευδόμενοι, τὸ μηδὲ ὅταν ἀληθεύωσι πιστεύεσθαι.