Ancient Greek · ~3 min
354. Παρακαταθήκας εἰληφὼς καὶ Ὅρκος. (F. 372. C. 416.)
Aesopus Scr. Fab. et Aesopica, Fables 354. Παρακαταθήκας εἰληφὼς καὶ Ὅρκος. (F. 372. C. 416.)
Not analysed yet
Παρακαταθήκας τις λαβὼν φίλου ἀποστερεῖν διενοεῖτο. Καὶ δὴ προσκαλουμένου αὐτὸν ἐκείνου ἐπὶ ὅρκον, εὐλαβούμενος εἰς ἀγρὸν ἐπορεύετο. Γενόμενος δὲ κατὰ τὰς πύλας, ὡς ἐθεάσατό τινα χωλὸν ἐξιόντα, ἐπυνθάνετο αὐτοῦ, τίς τε εἴη, καὶ ποῖ πορεύοιτο; Τοῦ δὲ εἰπόντος αὑτὸν Ὅρκον εἶναι, καὶ ἐπὶ τοὺς ἀσεβεῖς βαδίζειν, ἐκ δευτέρου ἠρώτα, διὰ πόσου χρόνου φοιτᾶν ταῖς πόλεσι εἴωθεν. Ὁ δὲ ἔφη· ,,διὰ τεσσαράκοντα ἐτῶν, ἐνίοτε δὲ καὶ διὰ τριάκοντα. “Καὶ ὃς οὐδὲν μελλήσας τῇ ὑστεραίᾳ ὤμοσε μὴ εἰληφέναι τὴν παρακαταθήκην. Περιπεσὼν δὲ τῷ Ὅρκῳ, καὶ ἀπαγόμενος ὑπʼ αὐτοῦ ἐπὶ κρημνὸν, ᾐτιᾶτο αὐτὸν, ὡς, προειπὼν αὐτῷ διὰ τριάκοντα ἐτῶν ἐπιπορεύεσθαι, οὐδὲ πρὸς μίαν ἡμέραν ἄδειαν δέδωκεν. Ὁ δὲ ὑπολαβὼν ἔφη· ,,ἀλλʼ εὖ ἴσθι, ὡς ὅταν μέλλῃ τις ἀνιᾶσαί με καὶ αὐθημερὸν ἐπιφοιτᾶν εἴωθα. “Ὁ λόγος δηλοῖ, ὅτι ἀδιόριστός ἐστιν ἡ κατὰ τῶν ἀσεβῶν ἐκ θεοῦ τιμωρία.