Ancient Greek · ~1 min
357. Περιστερὰ διψῶσα. (S.197. C. 120 et p. 324. F. 160.)
Aesopus Scr. Fab. et Aesopica, Fables 357. Περιστερὰ διψῶσα. (S.197. C. 120 et p. 324. F. 160.)
Not analysed yet
Περιστερὰ δίψει συνεχομένη, ὡς ἐθεάσατο ἔν τινι πίνακι κρατῆρα ὕδατος γεγραμμένον, ὑπέλαβεν ἀληθινὸν εἶναι· διόπερ πολλῷ τῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐμπεσοῦσα καὶ ἐντινάξασα. Συνέβη οὖν αὐτῇ, τῶν πτερῶν περικλασθέντων, ἐπὶ τὴν γῆν καταπεσοῦσαν ὑπό τινος τῶν παρατυχόντων καταληφθῆναι. Οὕτως ἔνιοι τῶν ἀνθρώπων, διὰ σφοδρὰς ἐπιθυμίας ἀπερισκέπτως τοῖς πράγμασιν ἐπιχειροῦντες, ἑαυτοὺς εἰς ὄλεθρον βάλλουσι.