Ancient Greek · ~1 min
356. Πέρδιξ καὶ Ἄνθρωπος. (C. 164 et p.353. F. 172.)
Aesopus Scr. Fab. et Aesopica, Fables 356. Πέρδιξ καὶ Ἄνθρωπος. (C. 164 et p.353. F. 172.)
Not analysed yet
Πέρδικά τις θηρεύσας ἢμελλε σφάξαι· ἡ δὲ ἱκέτευε λέγουσα· ,,ἔασόν με ζῆν· ἀντʼ ἐμοῦ πολλὰς πέρδικας ἐγώ σοι κυνηγήσω. “Ὁ δὲ εἶπεν· ,,διʼ αὐτὸ τοῦτο μᾶλλόν σε θύσω, ὅτι τοὺς συνήθεις καὶ φίλους σοι ἐνεδρεῦσαι θέλεις. “Ὁ μῦθος δηλοῖ, ὅτι ὁ κατὰ τῶν ἑαυτοῦ φίλων δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται.