Ancient Greek · ~3 min
36. Ἀλώπηξ καὶ Ἐχῖνος. (C. 314. F.384. ex Aristot. Phetor. II, c.20.)
Aesopus Scr. Fab. et Aesopica, Fables 36. Ἀλώπηξ καὶ Ἐχῖνος. (C. 314. F.384. ex Aristot. Phetor. II, c.20.)
Not analysed yet
Αἴσωπος ἐν Σάμῳ δημηγορῶν, κρινομένου δημαγωγοῦ περὶ θανάτου, ἔφη· Ἀλώπεκα διαβαίνουσαν ποταμὸν ἀπωσθῆναι εἰς φάραγγα· οὐ δυναμένην δʼ ἐκβῆναι πολὺν χρόνον κακοπαθεῖν, καὶ κυνοραϊστὰς πολλοὺς ἔχεσθαι αὐτῆς· ἐχῖνον δὲ πλανώμενον, ὡς εἶδεν αὐτὴν, κατοικτείραντα εἰπεῖν, εἰ ἀφέλοι αὐτῆς τοὺς κυνοραῖστάς· τὴν δὲ οὐκ ἐᾶν. Ἐρομένου δὲ, διὰ τί, ,,ὅτι οὗτοι μὲν“ φάναι ,,ἤδη μου πλήρεις εἰσὶ καὶ ὀλίγον ἕλκουσιν αἷμα, ἐὰν δὲ τούτους ἀφέλῃ, ἕτεροι ἐλθόντες πεινῶντες ἐκπιοῦνταί μου τὸ λοιπὸν οἷμα. “—„Ἀτὰρ καὶ ὑμᾶς,“ ἔφη ,,ὦ ἄνδρες Σάμιοι, οὗτος μὲν οὐδὲν ἔτι βλάψει· πλούσιος γάρ ἐστιν· ἐὰν δὲ ἀποκτεί- νητε, ἕτεροι ἥξουσι πένητες, οἳ ὑμῖν ἀναλώσουσι τὰ κοινὰ κλέπτοντες. “