Ancient Greek · ~2 min
364. Πίθηκος καὶ Ζεύς. (B. 56.)
Aesopus Scr. Fab. et Aesopica, Fables 364. Πίθηκος καὶ Ζεύς. (B. 56.)
Not analysed yet
Εὐτεκνίης ἔπαθλα πᾶσι τοῖς ζώοις ὁ Ζεὺς ἔθηκε, πάντα δʼ ἔβλεπεν κρίνων. ἦλθεν δὲ καὶ πίθηκος, ὡς καλὴ μήτηρ πίθωνα γυμνὸν σιμὸν ἠρμένη κόλποις. γέλως δʼ ἐπʼ αὐτῷ τοῖς θεοῖς ἐκινήθη· ἡ δʼ εἶπεν οὔτω· ,,Ζεὺς μὲν οἶδε τὴν νίκην· ἐμοὶ δὲ πάντων οὗτός ἐστι καλλίων. “[Ὁ λόγος δοκεῖ μοι πᾶσι τοῦτο σημαίνειν· τά γʼ αὐτὸς αὑτοῦ πᾶς τις εὐπρεπῆ κρίνει.]