Ancient Greek · ~1 min
365. Πίθηκος καὶ Κάμηλος. (C. 387. F. 71.)
Aesopus Scr. Fab. et Aesopica, Fables 365. Πίθηκος καὶ Κάμηλος. (C. 387. F. 71.)
Not analysed yet
Ἐν συνόδῳ τῶν ἀλόγων ζώων πίθηκος ἀναστὰς ὠρχεῖτο. Σφόδρα δὲ αὐτοῦ εὐδοκιμοῦντος, καὶ ὑπὸ πάντων ἐπισημαινομένου, κάμηλος φθονήσασα ἠβουλήθη τῶν αὐτῶν ἐφικέσθαι. Διόπερ ἐξαναστᾶσα ἐπειρᾶτο καὶ αὐτὴ ὀρχεῖσθαι· πολλὰ δὲ αὐτῆς ἄτοπα ποιησάσης, τὰ ζῶα ἀγανακτήσαντα, ῥοπάλοις αὐτὴν παίοντα ἐξήλασαν. Πρὸς τοὺς διὰ φθόνον κρείττοσιν ἁμιλλωμένους καὶ σφαλλομένους ὁ λόγος εὔκαιρος.