Ancient Greek · ~1 min
366b. Ἄλλως. (C. 267. B.35.)
Aesopus Scr. Fab. et Aesopica, Fables 366b. Ἄλλως. (C. 267. B.35.)
Not analysed yet
Δύο γεννᾷ τέκνα μιμώ· καὶ τὸ μὲν ἓν ἀγαπᾷ, τὸ δὲ ἕτερον μισεῖ. Καὶ ὃ μὲν στέργει, ἀεὶ ἐν τοῖς κόλποις περιφέρουσα καὶ τιθεῖσα ἔνθεν κἀκεῖθεν καὶ τοῦτο καταφιλοῦσα ἀποπνίγει· ὃ δὲ μισεῖ καὶ διώκει, τοῦτο ἐν ταῖς ἐρημίαις ἀπελθὸν ζῇ καθʼ αὐτό. Ὅτι τισὶν ἐχθραίνειν μᾶλλόν ἐστι καλὸν ἢ φιλεῖν.