Ancient Greek · ~2 min
367. Πλέωτες. (C. 268. F. 315.)
Aesopus Scr. Fab. et Aesopica, Fables 367. Πλέωτες. (C. 268. F. 315.)
Not analysed yet
Ἐμβάντες τινὲς εἰς σκάφος ἔπλεον. Γενομένων δὲ αὐτῶν πελαγίων, συνέβη χειμῶνα ἐξαίσιον γενέσθαι, καὶ τὴν ναῦν μικροῦ καταδύεσθαι. Τῶν δὲ πλεόντων ἕτερος περιῤῥηξάμενος τοὺς πατρῴους θεοὺς ἐπεκαλεῖτο μετὰ οἰμωγῆς καὶ στεναγμῶν, χαριστήρια ἀποδώσειν ἐπαγγελλόμενος, ἐὰν περισωθῶσι. Παυσαμένου δὲ τοῦ χειμῶνος καὶ πάλιν γαλήνης γενομένης, εἰς εὐωχίαν τραπέντες ὠρχοῦντό τε καὶ ἐσκίρτων, ἅτε δὴ ἐξ ἀπροσδοκήτου διαπεφευγότες κινδύνου. Καὶ στεῤῥζὸς ὁ κυβερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· ,,ἀλλʼ ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ, ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος ἐσομένου. “Μὴ σφόδρα κατεπαίρεσθαι ταῖς εὐτυχίαις ὁ μῦθος διδάσκει, τῆς τύχης τὸ εὐμετάβλητον ἐννοουμένους.