Ancient Greek · ~1 min
372. Ποιμὴν καὶ Κύων. (C. 272. F. 318. S. 202.)
Aesopus Scr. Fab. et Aesopica, Fables 372. Ποιμὴν καὶ Κύων. (C. 272. F. 318. S. 202.)
Not analysed yet
Ποιμὴν, ἔχων κύνα παμμεγέθη, τούτῳ εἰώθει τὰ ἔμβρυα καὶ τὰ ἀποθνήσκοντα τῶν προβάτων παραβάλλειν. Καὶ δὴ ποτε εἰσελθούσης τῆς ποίμνης, ὁ ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προβάτοις καὶ σαίνοντα αὐτὰ, εἶπεν· ,,ἀλλʼ ὦ οὗτος, ὃ θέλεις σύ τούτοις, ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο. “Πρὸς ἄνδρα λόγοις μὲν φίλον φαινόμενον, πονηρὰ δὲ κατὰ νοῦν βουλευόμενον.