Ancient Greek · ~1 min
372b. Αλλως. Ποιμὴν καὶ Σκύλαξ. (C. p. 179.)
Aesopus Scr. Fab. et Aesopica, Fables 372b. Αλλως. Ποιμὴν καὶ Σκύλαξ. (C. p. 179.)
Not analysed yet
Ποιμὴν σκύλακα εἰώθει τρέφειν ἐκ τῶν θνησκόντων προβάτων. Καὶ δή ποτε ἐγγὺς ἀμνάδος νοσούσης ἵστάμενον εἶδε τὸν κύνα, κατηφῆ καὶ δοκοῦντα δακρύειν· καὶ ὁμαλίζων αὐτὸν εἶπεν· ,,καλῶς ποιεῖς συμπαθῶν· πλὴν ἀλλὰ μὴ γένοιτο μηδὲ συμβαίη ὅπερ θέλεις. “Ὅτι τοιοῦτος πᾶς ἐστιν, ὃς κληρονόμος ἐστίν.