Ancient Greek · ~1 min
375. Ποιμὴν καὶ Λύκος. (F. 373. C. 417.)
Aesopus Scr. Fab. et Aesopica, Fables 375. Ποιμὴν καὶ Λύκος. (F. 373. C. 417.)
Not analysed yet
Ποιμὴν μικρὸν λύκον εὑρὼν ἐθρέψατο, εἶτα σκύμνον γενόμενον ἐδίδαξεν ἁρπάζειν ἑκ τῶν σύνεγγυς ποιμνίων. Ὁ λύκος δὲ διδαχθεὶς ἔφη· ,,ὅρα, μή πως σὺ ἐθίσας με ἁρπάζειν, πολλὰ τῶν σεαυτοῦ προβάτων ζητήσῃς Οἱ τῇ φύσει δεινοὶ, ἁρπάζειν καὶ πλεονεκτεῖν μαθόντες, τοὺς διδάξαντας πολλάκις πλείονα ἔβλαψαν.