Ancient Greek · ~2 min
376. Ποιμὴν καὶ Λύκος. (C. 270.)
Aesopus Scr. Fab. et Aesopica, Fables 376. Ποιμὴν καὶ Λύκος. (C. 270.)
Not analysed yet
Ἔδοξέ ποτε τῷ λύκῳ τὴν φύσιν τῷ σχήματι μεταλλάξασθαι, ὡς ἂν οὕτως ἀφθονίαν ἕξῃ τροφῆς· καὶ δορὰν οἰὸς περιβεβλημένος μετὰ τῆς ποίμνης ἐνέμετο, τὸν ποιμένα φενακίσας τῷ μηχανήματι. Νυκτὸς δὲ γενομένης, συναπεκλείσθη καὶ ὁ θὴρ παρὰ τοῦ ποιμένος τῇ μάνδρᾳ, καὶ φραγμὸς τῇ εἰσόδῳ περιετέθη, καὶ ἀτεχνῶς ὁ περίβολος κατησφάλιστο. Ὡς δὲ ὁ ποιμὴν ἠράσθη τροφῆς, μαχαίρᾳ τὸν λύκον ἀπέκτεινεν. Οὕτως ἄρα ὁ τὸν ἐπείσακτον κόσμον ὑποκριθεὶς τῆς ζωῆς πολλάκις ἐστέρηται, καὶ τὴν σκηνὴν εὗρε παραιτίαν μεγάλου συμπτώματος.