Ancient Greek · ~2 min
377. Ποιμὴν καὶ Μάγειρος. (C. 329. F. 400.)
Aesopus Scr. Fab. et Aesopica, Fables 377. Ποιμὴν καὶ Μάγειρος. (C. 329. F. 400.)
Not analysed yet
Ποιμὴν ἀνὴρ καὶ μάγειρος ἐβάδιζον ἄμφω κοινὴν ὁδόν. Ἰδόντες δὲ ἐκ ποίμνης ἄρνα εὐτραφῆ πλανώμενον, ἀπολειφοθέντα τῶν συννόμων, ὤσαντο ἐπʼ αὐτὸν ἄμφω· ἦν δʼ ἄρα τότε ὁμόφωνα καὶ τὰ θηρία τοῖς ἀνθρώποις. Ἐρωτᾷ ὁ ἀμνὸς, τίς ὢν ἑκάτερος ἐθέλει αὐτὸν μεταχειρίσασθαι καὶ ἄγειν. Ὡς δὲ ἐπύθετο τἀληθῆ αὐτὰ καὶ ἀμφοῖν τὴν τέχνην, φέρων ἑαυτὸν ἐπιτρέπει τῷ ποιμένι, λέγων πρὸς τὸν μάγειρον· ,,σὺ μὲν γὰρ δήμιός τις εἶ καὶ μιαιφόνος τῆς ἀρνῶν ποίμνης, τούτῳ δʼ ἐξαρκέσειεν ἂν καλῶς τὰ ἡμέτερα ἔθη. “