Ancient Greek · ~1 min
379. Πολεμιστὴς καὶ Κόρακες. (C. 319. F. 390.)
Aesopus Scr. Fab. et Aesopica, Fables 379. Πολεμιστὴς καὶ Κόρακες. (C. 319. F. 390.)
Not analysed yet
Ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. Φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσύχαζεν. Εἶτα ἀναλαβὼν αὖ- θις ἐξῄει, καὶ φθεγγομένων πάλιν ὑπέστη, καὶ τέλος εἶπεν· ,,ὑμεῖς κεκράξεσθε μὲν μέγιστον ὡς δυνατὸν, ἐμοῦ δὲ οὐ γεύσεσθε. “