Ancient Greek · ~1 min
380. Ποταμοὶ καὶ Θάλασσα. (C. 371. F. 330.)
Aesopus Scr. Fab. et Aesopica, Fables 380. Ποταμοὶ καὶ Θάλασσα. (C. 371. F. 330.)
Not analysed yet
Ποταμοὶ συνῆλθον ἐπὶ τὸ αὐτὸ, καὶ τὴν θάλασσαν κατῃτιῶντο, λέγοντες αὐτῇ· ,,διὰ τί ἡμᾶς, εἰσερχομένους ἐν τοῖς σοῖς ὕδασι, καὶ ὑπάρχοντας ποτίμους καὶ γλυκεῖς, ἀπεργάζῃ ἁλμυροὺς καὶ ἀπότους; “Ἡ δὲ θάλασσα ἰδοῦσα, ὅτι αὐτῆς καταμέμφονται, λέγει πρὸς αὐτούς· ,,μὴ ἔρχεσθε καὶ μὴ γίνεσθε ἀλμυροι. “Οὗτος ὁ μῦθος ποριστᾷ τοὺς ἀκαίρως αἰτιωμένους τινὰς, καὶ παρʼ αὐτῶν μᾶλλον ὠφελουμένους.