Ancient Greek · ~1 min
39. Ἀλώπηξ καὶ Λέων. (F. 7. C. 5 c p.284. S. 10.)
Aesopus Scr. Fab. et Aesopica, Fables 39. Ἀλώπηξ καὶ Λέων. (F. 7. C. 5 c p.284. S. 10.)
Not analysed yet
Ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα, ἐπειδὴ κατά τινα τύχην ὑπήντησεν αὐτῷ, τὸ μὲν πρῶτον ἰδοῦσα αὐτὸν οὕτως ἐφοβήθη, ὡς μικροῦ καὶ ἀποθανεῖν. Ἐκ δευτέρου δὲ αὐτῷ περιτυχοῦσα, ἐφοβήθη μὲν, ἀλλʼ οὐχ ὡς τὸ πρότερον. Ἐκ τρίτου δὲ θεασαμένη αὐτὸν οὕτως κατεθάρσησεν, ὡς καὶ προσελθοῦσα αὐτῷ διαλεχθῆναι. Ὁ μῦθος δηλοῖ, ὅτι καὶ τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια καταπραΰνει.