Ancient Greek · ~1 min
40. Ἀλώπηξ καὶ Λέων. (C. 375. F. 335.)
Aesopus Scr. Fab. et Aesopica, Fables 40. Ἀλώπηξ καὶ Λέων. (C. 375. F. 335.)
Not analysed yet
Ἀλώπηξ θεασαμένη ἐγκάθειρκτον λέοντα, καὶ τούτου στᾶσα ἐγγὺς, δεινῶς αὐτὸν ὕβριζεν. Ὁ δὲ λέων ἔφη πρὸς αὐτήν· ,,οὐ σύ με καθυβρίζεις, ἀλλʼ ἡ προσπεσοῦσά μοι ἀτυχία. “Ὁ μῦθος οὗτος δηλοῖ, ὡς πολλοὶ τῶν ἐνδόξων, δυσπραγίαις περιπίπτοντες, ὑπ εὐτελῶν ἐξουθενοῦνται.