Ancient Greek · ~1 min
391. Στρουθοκάμηλος. (C. 351.)
Aesopus Scr. Fab. et Aesopica, Fables 391. Στρουθοκάμηλος. (C. 351.)
Not analysed yet
Πᾶσιν πεφύκει θηρσὶ καὶ πτηνοῖς μάχη ἥλω Λίβυσσα στρουθὸς, ἣ τούσδʼ ἐπλάνα, εἶναι μὲν ὄρνις, ἐκ μέσου δὲ θηρίον, πτηνοῖς κάραν δεικνῦσα, τοῖς θηρσὶν πόδας. Πρὸς τοὺς δυσὶ κυρίοις δουλεύοντας καὶ πλανῶντας ἀμφοτέρους.