Ancient Greek · ~2 min
392. Σφῆκες καὶ Πέρδικες καὶ Γωργός. (C. 52 et p.307. F.178. S.211.)
Aesopus Scr. Fab. et Aesopica, Fables 392. Σφῆκες καὶ Πέρδικες καὶ Γωργός. (C. 52 et p.307. F.178. S.211.)
Not analysed yet
Σφῆκες καὶ πέρδικες, δίψῃ συνεχόμενοι, πρὸς γεωργὸν ἠλθον, παρʼ αὐτοῦ αἰτοῦντες πιεῖν, ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος ταύτην τὴν χάριν ἀποδώσειν· οἱ μὲν πέρδικες, σκάπτειν τὰς ἀμπέλους· οἱ δὲ σφῆκες, κύκλῳ περιιόντες τοῖς κέντροις ἀποσοβεῖν τούς κλέπτας. Ὁ δὲ γεωργὸς ἔφη· ,,ἀλλʼ ἔμοιγέ εἰσι δύο βόες, οἵ μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν· ἅμεινον οὖν ἐστιν ἐκείνοις δοῦναι, ἤπερ ὑμῖν. “Ὁ μῦθος πρὸς ἄνδρας ἐξώλεις, ὠφελεῖν μὲν ἐπαγγελλομένους, βλάπτοντας δὲ μεγάλα.