Ancient Greek · ~1 min
393. Σχὴξ καὶ Ὄφις. (F. 170. C. 276 et p.396. S.212.)
Aesopus Scr. Fab. et Aesopica, Fables 393. Σχὴξ καὶ Ὄφις. (F. 170. C. 276 et p.396. S.212.)
Not analysed yet
Σφήξ ποτε ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τοῖς κέντροις πλήσσων, ἐχείμαζεν. Ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι καὶ ἀποσοβῆσαι, ὡς ἐθεάσατο ἅμαξανμεστὴν ξύλων, ἀμηχανῶν τὴν κεφαλὴν τῷ τροχῷ ὑπέθηκε, φάσκων· ,,συντελευτῶ κἀγὼ τῷ ἐχθρῷ μου. “Καὶ οὕτω τῷ σφηκὶ συναπέθανεν. Ὀ λόγος δηλοῖ, ὅτι τινὲς τοῖς ἐχθροῖς αἱροῦνται συναποθνήσκειν.