Ancient Greek · ~1 min
394b. Ἄλλῶς. (C. 206. F.207.)
Aesopus Scr. Fab. et Aesopica, Fables 394b. Ἄλλῶς. (C. 206. F.207.)
Not analysed yet
Ταῦροι τρεῖς τὴν αὐτὴν δίαιταν ἐπεποίηντο. Λέων δέ τις αὐτοῖς παρηκολούθει θηρᾶσαι βουλόμενος· καὶ συνόντας μὲν ἑλεῖν οὐκ ἐδύνατο, διαστάντας δὲ προῃρεῖτο χειρώσασθαι. Καὶ συγκρούσας ἀλλήλοις, ἐν μώρει διαστήσας ἀπέκρινε, καὶ καθʼ ἕκαστον προχειρότερον ἔφθειρεν, οὕς κοινῇ συνόντας ἠπόρει χειρώσασθαι. Οὕτως ὁμόνοια τοῖς χρωμένοις σωτήριον.