Ancient Greek · ~1 min
395. Ταύρος, Λέαινα καὶ Σύαγρος. (C. 373. F.332.)
Aesopus Scr. Fab. et Aesopica, Fables 395. Ταύρος, Λέαινα καὶ Σύαγρος. (C. 373. F.332.)
Not analysed yet
Ταῦρος εὐρηκῶς κοιμώμενον λέοντα, τοῦτον κερατίσας ἀπέκτεινεν· ἐπιστᾶσα δὲ ἡ ἐκείνου μήτηρ, πνκρῶς αὐτὸν ἀπεκλαίετο. δῶν δὲ αὐτὴν σύαγρος ὀλοφυρομένην, μακρόθεν ἑστὼς ἔφη πρὸς αὐτήν· ,,ὤ πόσοι ἄρα τυγχάνουσιν ἅνθρωποι θρηνοῦντες, ὡν τὰ τέκνα ὑμεῖς ἀπεκτείνατε. “Ὁ λόγος δηλοῖ, ὅτι ἐν ᾧ μέτρῳ μετρεῖ τις, μετρηθήσεται αὐτῷ.