Ancient Greek · ~1 min
396b, Ἄλλως. Ταῦρος καὶ Αἶγες ἄγριαι. (S.214. C. 382. F. 181. )
Aesopus Scr. Fab. et Aesopica, Fables 396b, Ἄλλως. Ταῦρος καὶ Αἶγες ἄγριαι. (S.214. C. 382. F. 181. )
Not analysed yet
Ταῦρος διωκόμενος ὑπὸ λέοντος κατέφυγεν εἰς σπήλαιον, ἐν ᾧ ἧσαν αἶγες ἄγριαι· τυπτόμενος δὲ ὑπʼ αὐτῶν ὁ ταῦρος καὶ κερατιζόμενος ἔφη· ,,οὐχ ὑμᾶς φοβούμενος ἀνέχομαι, ἀλλὰ τὸν πρὸ τοῦ σπηλαίου ἑστῶτα. “Οὕτω πολλοὶ διὰ φόβον τῶν κρειττόνων τὰς ἐκ τῶν ἡττόνων ὕβρεις ὑπομένουσιν.