Ancient Greek · ~1 min
396. Ταύρος καὶ Τράγος. (C.277. B 91.)
Aesopus Scr. Fab. et Aesopica, Fables 396. Ταύρος καὶ Τράγος. (C.277. B 91.)
Not analysed yet
Λέοντα φεύγων ταῦρος εἰσῆλθεν εἰς σπήλαιον· τράγος δὲ τοῦτον τοῖς κέρασιν ἐξώθει. Ὁ δʼ εἶπεν· ,,οὐ σὲ, ἀλλὰ τὸν λέοντα φοβοῦμαι· ἐπεὶ παρελθέτω τὸ θηρίον, καὶ τότε γνώσῃ, τίς ἡ δύναμις ταύρου καὶ τράγου. “Ὅτι πολλάκις καὶ δυνατούς ἄνδρας αἱ συμφοραὶ ταπεινοῦσιν, ὥστε τὰς ἐξ εὐτελῶν καὶ δειλῶν ὑπομένειν αἰκίας.