Ancient Greek · ~2 min
400. Τέττιξ καὶ Ἀλώπηξ. (C.278. 1. 322.)
Aesopus Scr. Fab. et Aesopica, Fables 400. Τέττιξ καὶ Ἀλώπηξ. (C.278. 1. 322.)
Not analysed yet
Τέττιξ ἐπί τινος ὑψηλοῦ δένδρου ᾗδεν. Ἀλώπηξ δὲ βουλομένη αὐτὸν καταφαγεῖν, τοιοῦτον ἐπενόησεν. Ἄντικρυς στᾶσα ἐθαύμαζεν αὐτοῦ τὴν εὐφωνίαν, καὶ παρεκάλει καταβῆναι λέγουσα, ὅτι ἐπεθύμει θεάσασθαι, πηλίκον ζῶον τηλικαῦτα φθέγγεται. Κἀκεῖνος ὑπονοήσας ἀπάτην πρὸς τὴν ἀλώπεκα ἔφη· ,,ἀλλὰ πεπλάνησαι, ὡ αὕτη, εἰ ὑπέλαβές με καταβήσεσθαι· ἐγώ γὰρ ἀπʼ ἐκείνου ἀλώπεκας φυλάττομαι, ἀφʼ οὐ ἐν ἀφοδεύματι ἀλώπεκος πτερὰ τέττιγος ἐθεασάμην. Ὀτι τούς φρονίμους τῶν ἀνθρώπων τῶν πέλας αἱ συμφοραὶ σωφρονίζουσι.